Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.258 Joseph. AJ 3.263 (English) >>Joseph. AJ 3.269

3.261

Ἀπήλασε δὲ τῆς πόλεως καὶ τοὺς λέπρᾳ τὰ σώματα κακωθέντας καὶ τοὺς περὶ τὴν γονὴν ῥεομένους καὶ τὰς γυναῖκας δʼ αἷς τῶν κατὰ φύσιν ἔκκρισις ἔπεισι μετέστησε πρὸς ἡμέραν ἑβδόμην, μεθʼ ἣν ὡς ἤδη καθαραῖς ἐνδημεῖν ἐφίησιν. 3.262ὁμοίως δὲ καὶ τοῖς κηδεύσασι νεκρὸν μετὰ τοσαύτας ἡμέρας νόμιμον τὸ ἐνδημεῖν· τὸν δʼ ὑπὲρ τὸν ἀριθμὸν τούτων τῶν ἡμερῶν ἐνεχόμενον ἐν τῷ μιάσματι θύειν νόμιμον ἀμνάδας δύο, ὧν τὴν μὲν ἑτέραν καθαγνίζειν δεῖ, τὴν δʼ ἑτέραν οἱ ἱερεῖς λαμβάνουσιν. 3.263ὁμοίως δὲ θύουσι καὶ περὶ τοῦ τὴν γονὴν ῥεομένου. ὃς δʼ ἂν κατὰ τοὺς ὕπνους ἀποκρίνῃ γονήν, καθεὶς αὑτὸν εἰς ὕδωρ ψυχρὸν ὁμοίως τοῖς κατὰ νόμον γυναικὶ πλησιάζουσιν ἐξουσίαν ἔχει. 3.264τοὺς δὲ λεπροὺς εἰς τὸ παντελὲς ἐξήλασε τῆς πόλεως μηδενὶ συνδιαιτωμένους καὶ νεκροῦ μηδὲν διαφέροντας· ἂν δέ τις ἐξικετεύσας τὸν θεὸν ἀπολυθῇ τῆς νόσου καὶ τὴν ἐρρωμένην κομίσηται χρόαν, δὴ τοιοῦτος ποικίλαις ἀμείβεται θυσίαις τὸν θεόν, περὶ ὧν ὕστερον ἐροῦμεν. 3.265

Ὅθεν καὶ καταγελάσειεν ἄν τις τῶν λεγόντων Μωυσῆν λέπρᾳ κεκακωμένον αὐτόν τε ἀπʼ Αἰγύπτου φυγεῖν καὶ τῶν ἐκπεσόντων διὰ ταύτην τὴν αἰτίαν ἡγησάμενον εἰς τὴν Χαναναίαν ἀγαγεῖν αὐτούς. 3.266εἰ γὰρ τοῦτʼ ἦν ἀληθές, οὐκ ἂν ἐπὶ τῇ αὑτοῦ Μωυσῆς ἀτιμίᾳ τοιαῦτʼ ἐνομοθέτησεν, οἷς εὔλογον ἦν αὐτὸν καὶ ἑτέρων εἰσηγουμένων ἀντειρηκέναι, καὶ ταῦτα παρὰ πολλοῖς ὄντων λεπρῶν ἔθνεσι καὶ τιμῆς ἀπολαυόντων, οὐ μόνον ὕβρεως καὶ φυγῆς ἀπηλλαγμένων, ἀλλὰ καὶ τὰς ἐπισημοτάτας στρατείας στρατευομένων καὶ τὰς πολιτικὰς ἀρχὰς πιστευομένων καὶ εἰς ἱερὰ καὶ ναοὺς ἐχόντων ἐξουσίαν εἰσιέναι·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.258 Joseph. AJ 3.263 (English) >>Joseph. AJ 3.269

Powered by PhiloLogic